Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.284 Joseph. AJ 4.290 (English) >>Joseph. AJ 4.295

4.288ὁμοίως δὲ τῷ περὶ παρακαταθηκῶν κἂν μισθόν τις ἀποστερήσῃ τῶν ἐπὶ σώμασι τοῖς αὐτῶν ἐργαζομένων, μεμισήσθω. ὅθεν οὐκ ἀποστερητέον ἀνδρὸς πένητος μισθὸν εἰδότας, ὡς ἀντὶ γῆς καὶ τῶν ἄλλων κτημάτων θεὸς αὐτῷ τοῦτον εἴη παρεσχηκώς· ἀλλὰ μηδὲ ἀναβάλλεσθαι τὴν ἀπόδοσιν, ἀλλʼ αὐθημερὸν ἐκτίνειν ὡς οὐ βουλομένου τοῦ θεοῦ τῆς ἐξ ὧν πεπόνηκε χρήσεως ὑστερεῖν τὸν ἐργασάμενον. 4.289

Παῖδας ὑπὲρ ἀδικίας πατέρων μὴ κολάζειν, ἀλλὰ διὰ τὴν ἐκείνων αὐτῶν ἀρετὴν οἴκτου μᾶλλον ἀξιοῦν, ὅτι μοχθηρῶν ἐγένοντο πατέρων, μίσους φύντας ἐκ φαύλων. οὐ μὴν οὐδὲ πατράσιν υἱῶν ἁμαρτίαν λογιστέον τῶν νέων πολλὰ παρὰ τὴν ἡμετέραν διδασκαλίαν αὐτοῖς ἐπιτρεπόντων ὑπερηφανίᾳ τοῦ διδάσκεσθαι. 4.290

Γάλλους ἐκτρέπεσθαι καὶ σύνοδον φεύγειν τὴν μετʼ αὐτῶν ἀφελομένων αὑτοὺς τὸ ἄρρεν καὶ τὸν τῆς παιδοποιίας καρπόν, ὃν ἀνθρώποις ἐπʼ αὐξήσει τοῦ γένους ἡμῖν θεὸς παρέσχεν, ἐλαύνειν δὲ οὕτως ὡς ἐπὶ τέκνων σφαγῇ καὶ πρὸς τούτῳ ἀπολλύντας τὸ ἐκείνων αἴτιον· 4.291δῆλον γάρ, ὡς τῆς ψυχῆς αὐτοῖς τεθηλυσμένης μετεκοσμήσαντο πρὸς τοῦτο καὶ τὸ σῶμα· ὁμοίως δὲ καὶ πᾶν τὸ νομιζόμενον τέρας τοῖς ὁρῶσι. μὴ ἐξεῖναι δὲ ποιεῖν ἐκτομίας μήτε ἀνθρώπους μήτε τῶν ἄλλων ζῴων. 4.292

Αὕτη μὲν οὖν ὑμῖν εἰρηνικὴ τῶν νόμων κατὰ τὴν πολιτείαν διάταξις ἔστω· καὶ θεὸς εὐμενὴς ἀστασίαστον αὐτῆς τὸν κόσμον παρέξεται, γένοιτο δὲ χρόνος μηδὲ εἷς, ὃς καινίσει τι τούτων καὶ πρὸς τὸ ἐναντίον μεταβαλεῖ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.284 Joseph. AJ 4.290 (English) >>Joseph. AJ 4.295

Powered by PhiloLogic